Skip to main content

Γιὰ τὸν Διγενῆ Ἀκρίτα

Ὁ πατέρας τοῦ Βασιλείου Διγενῆ Καππαδόκη Ἀκρίτα ἦταν Ἀμιρᾶς Ἄραβας Μουσουλμᾶνος, φημισμένος γιὰ τὴν γενναιότητά του, ὁ ὁποῖος σὲ μιὰ ἐξόρμησή του στὴν Καππαδοκία συνέλαβε αἰχμάλωτη τὴν κόρη ἑνὸς στρατηγοῦ τῶν Ρωμαίων, ἡ ὁποία εἶχε μείνει ἀνυπεράσπιστη, ἀφοῦ ὁ πατέρας της καὶ τὰ ἀδέλφια της ἔλειπαν τὴν ὥρα τῆς ἐπίθεσης.  Τὰ ἀδέλφια της ἀναζητῶντας τῆς βρίσκουν τὸν Ἀμιρά, ὁ ὁποῖος νικημένος ἀπὸ τὴν ὀμορφιὰ τῆς κόρης ζητᾶ νὰ τὴν νυμφευθῇ, ἀφοῦ βαπτισθῇ καὶ γίνει Ρωμαῖος (=Χριστιανός).  Μετὰ τὸ γάμο τους καὶ τὴν γέννηση τοῦ Βασιλείου Διγενῆ, ὁ Ἀμιρᾶς λαμβάνει γράμμα ἀπὸ τὴν μητέρα του ποὺ τὸν ἐγκαλεῖ γιὰ "προδοσία". Ὁ Ἀμιρᾶς μέσα σὲ ζάλη λογισμῶν πηγαίνει στὴν Ἀραβία, βρίσκει τὴν μητέρα του καὶ διαμείβεται ὁ ἑξῆς διάλογος:

"Ἐγώ, καλοὶ νεώτεροι," ὁ ἀμιρᾶς ἀντέφη,

"Χρυσοβέργου υἱὸς εἰμι, μητρὸς δὲ τῆς Πανθίας,

Ἄμβρων ὑπῆρχε μου παπποῦς, θεῖος μου ὁ Καρόης.

Τέθνηκε γάρ μου ὁ πατὴρ ἔτι νηπίου ὄντος,

παρὰ μητρὸς ἐδόθην δὲ εἰς συγγενεῖς Ἀράβους,

οἵτινὲς μὲ ἀνέθρεψαν εἰς Μωάμετ τὸν πόθον·

ὁρῶντες δὲ μὲ εὐτυχῆ εἰς πάντας τοὺς πολέμους

ἐξουσιαστὴν ἐποίησαν εἰς ὅλην τὴν Συρίαν

καὶ ἐκλεκτοὺς μοὶ ἔδωκαν τρισχιλίους κονταράτους.

Καὶ μικρὸν τί καυχήσομαι πρὸς ὑμᾶς ἀληθεύων·

πᾶσαν Συρίαν ὑπέταξα καὶ ἐπίασα τὸ Κοῦφερ,

τὴν Ἡράκλειαν ὕστερον ἐξήλειψα ταχέως·

τὸ Ἀμόριν δὲ καταλαβῶν ἄχρι τοῦ Ἰκονίου

πλήθη λῃστῶν ὑπέταξα καὶ πάντα τὰ θηρία.

Ἐμοὶ οὐκ ἀντεστάθησαν στρατηγοί, οὐ φουσσάτα,

γυνὴ δὲ μὲ ἐνίκησε πάνυ ὡραιοτάτη·

ταύτης τὰ κάλλη φλέγουν με, τὰ δάκρυα μαραίνουν,

οἱ στεναγμοὶ φλογίζουν με, τί ποιῆσαι οὐκ ἔχω.

Δι' αὐτὴν ὑμᾶς ἐπείραζον ἵνα τὸ βέβαιον μάθω·

οὐδέποτε γὰρ παύεται ὑπὲρ ὑμῶν θρηνοῦσα.

Πάντως ἐξαγορεύω σας, τὴν ἀλήθειαν λέγω,

εἰ οὐκ ἀπαξιώνετε τοῦ ἔχειν μὲ γαμβρόν σας,

διὰ τὰ κάλλη τὰ τερπνά της ὑμῶν αὐταδέλφης

νὰ γένωμαι Χριστιανὸς στραφεῖς εἰς Ρωμανίαν.

Καὶ μάθετε τὸ βέβαιον, μὰ τὸν μέγαν Προφήτην,

οὔτε φίλημά μ' ἔδωκεν οὔτε τινὰ λαλίαν.

Δεῦτε οὗν εἰς τὴν τένδαν μου· ἴδετε ἥν ζητεῖτε."

Εἴθ' οὕτως βεβαιώσαντες τὸν ἀμιρὰν μεθ' ὅρκου

γαμβρὸν ἵνα τὸν λάβωσιν, ἂν ἔλθη εἰς Ρωμανίαν,

τὰ βούκινα ἐδώκασιν, ὑπέστρεφον εὐθέως.

Καὶ πάντες ἐξεπλήσσοντο λέγοντες πρὸς ἀλλήλους:

"Ὦ θαῦμα ὅπερ βλέπομεν, δύναμις τῶν Ρωμαίων,

αἰχμάλωτα ἀναρρύουσι, φουσσάτα καταλύουν,

πίστιν ἀρνεῖσθαι πείθουσι, θάνατον μὴ φοβεῖσθαι."

Καὶ ἀκουστὸν ἐγένετο εἰς τὸν σύμπαντα κόσμον

ὅτι κόρη πανεύγενος μὲ τὰ τερπνά της κάλλη

φουσσάτα ἐκατέλυσε περίφημα Συρίας.

"Ὦ τέκνον μου γλυκύτατον, φῶς τῶν ἐμῶν ὀμμάτων,

καὶ παραμύθιον ψυχῆς τῆς ἐμῆς ἐν τῷ γήρει

καὶ τερπνὸν ἀγαλλίαμα, ἡ ἐμὴ θυμηδία,

εἰπὲ μοὶ τί ἐβράδυνας, τέκνον εἰς Ρωμανίαν;

...Μὴ θαύματα παράδοξα γίνονται εἰς Ρωμανίαν

οἵα τελοῦνται, τέκνον μου, εἰς τὸ μνῆμα τοῦ Προφήτου,

εἰς ὃ κατῆλθες μετ' ἐμοῦ εἰς εὐχὴν ἀγομένης;

...Οἱ πάντες σὲ ἐφρόντιζον τῆς Αἰγύπτου κρατῆσαι,

σὺ δὲ τύχης της ἑαυτοῦ ἐμποδιστῇς ἐγένου,

διὰ μίαν Ρωμαίϊσσαν τὰ πάντα ἀπολέσας."

Ἔτι δὲ λέγειν θέλουσα καὶ ἕτερα τοιαῦτα,

ἐκκόψας ὁ νεώτερος τὴ μητρὶ οὕτως λέγει:

"Τούτων πάντων, ὦ μῆτερ μου, καθέστηκα ἐν γνώσει·

μήπω φωτὸς τε μετασχὼν ὡς ἀληθῶς ἐτίμων

τὰ σκότους ὄντως ἄξια καὶ πάσης ἀπωλείας.

Ἡνίκα δὲ ἠυδόκησε Θεὸς ὁ ἐν ὑψίστοις,

ὁ δι' ἐμὲ ἑκούσιον πτωχείαν ὑπομείνας

καὶ τὴν ἐμὴν ἀσθένειαν βουληθεῖς του φορέσαι,

ἀφαρπάσαι τοῦ φάρυγγος τοῦ νοητοῦ θηρίου

καὶ τοῦ λουτροῦ ἠξίωσε τῆς παλιγγενεσίας,

ταῦτα πάντα κατήργησα λήρους ὄντα καὶ μύθους

καὶ πρόξενα ὑπάρχοντα πυρὸς τοῦ αἰωνίου·

οἱ γὰρ σεβόμενοι αὐτὰ πάντοτε τιμωροῦνται.

Ἐγὼ πιστεύω εἰς Θεόν, Πατέρα τῶν ἁπάντων·

ποιητὴν οὐρανοῦ καὶ γῆς καὶ ἀοράτων πάντων·

καὶ εἰς Χριστὸν τὸν Κύριον, Υἱὸν Θεοῦ καὶ Λόγον,

τὸν γεννηθέντα ἐκ Πατρὸς πρὸ πάντων τῶν αἰώνων,

φῶς ἐκ φωτὸς ὑπάρχοντα, Θεὸν ἀληθῆ, μέγαν, ..."

...Ταῦτα εἰπὼν ὁ ἀμιρὰς καὶ ὁδὸν ὑπανοίξας

τῆς ἀμωμήτου πίστεως τὴ μητρὶ οὕτως λέγει:

"Ἐγώ, μῆτερ, ἀπέρχομαι πάλιν εἰς Ρωμανίαν

τὴν πίστιν ἐπιβεβαιῶν τῆς ἁγίας Τριάδος·

οὐ γὰρ ἀντάξιός ἔστι μιᾶς ψυχῆς ὁ κόσμος...

...Πείσθητι δὲ τῷ σὼ υἱῷ καὶ ἐλθὲ μετ' ἐμέναν·

πατὴρ δέ σου γενήσομαι ἐν Πνεύματι

καὶ βαπτισθεῖσαν δέξομαι ἐν τῇ ἀναγεννήσει."

Τοιαῦτα μὲν ὁ ἀμιράς, τῆς δὲ μητρὸς ὁποία;

Οὐ παρητήσατο παιδὸς συμβουλὴν τὴν καλλίστην

ἀλλ' ὦσπερ γῆ τις ἀγαθὴ δεξαμένη τὸν σπόρον,

εὐθὺς προσήγαγε καρπὸν φθεγξαμένη τοιαῦτα:

"Πιστεύω, τέκνον, διὰ σοῦ Θεῷ τῷ ἐν Τριάδι

καὶ μετὰ σοῦ πορεύσομαι καλῶς εἰς Ρωμανίαν,

βαπτισθεῖσα εἰς ἄφεσιν τῶν πολλῶν μου σφαλμάτων,

χάριν ὁμολογοῦσα τε διὰ σοῦ φωτισθῆναι."

Ὠσαύτως καὶ οἱ συγγενεῖς οἱ ἐκεῖσε τυχόντες

καὶ οἱ λοιποὶ οἱ μετ' αὐτῆς ἐλθόντες πολὺ πλῆθος

μίαν φωνὴν ἀνέκραξαν Χριστὸν ὁμολογοῦντες:

"Μεθ' ὑμῶν γὰρ ἐρχόμεθα πάντες εἰς Ρωμανίαν

καὶ βαπτισθέντες τύχοιμεν ζωῆς τῆς αἰωνίου."

  • Προβολές: 2570