Skip to main content

“εἰ θέλετε ἴνα μείνωμεν μετ’ ἀλλήλων...”

...Ὁ Ἀββᾶς Ἀνούβ καί ὁ Ἀββᾶς Ποιμήν καί οἱ λοιποί ἀδελφοί αὐτῶν, ἐκ μίας κοιλίας ὄντες, καί μοναχοί ἐν τῇ Σκήτει γενόμενοι... ἦλθον εἰς τόπον καλούμενον Τερενούθιν, ἕως οὐ σκοπήσωσι πῶς ὀφείλωσι μεῖναι• καί ἔμειναν ἐκεῖ εἰς παλαιόν Ἱερόν μικρᾶς ἡμέρας• εἶπε δέ ὁ Ἀββᾶς Ἀνούβ τῷ Ἀββᾶ Ποιμένι• ποίησον ἀγάπην σύ καί οἱ ἀδελφοί σου ἕκαστος καταμόνας ἡσυχάσει καί μή ἀπαντήσωμεν ἀλλήλοις τήν ἑβδομάδα ταύτην• καί εἶπεν ὁ Ἀββᾶς Ποιμήν• ὡς θέλεις ποιοῦμεν• καί ἐποίησαν οὕτως• ἥν δέ ἐκεῖ ἄγαλμα λίθινον ἐν αὐτῶ τῷ ἱερῶ καί ἠγείρετο ὁ Ἀββᾶς Ἀνούβ κατά πρωΐ καί ἐλιθοβόλει τό πρόσωπον τοῦ ἀγάλματος• καί καθ’ ἑσπέραν ἔλεγεν αὐτῶ, συγχώρησον μοί• καί ἐπλήρωσε τήν ἑβδομάδα οὕτω ποιῶν• τή δέ ἡμέρα τοῦ σαββάτου, ἀπήντησαν ἀλλήλοις• καί εἶπεν ὁ Ἀββᾶς Ποιμήν τῷ Ἀββᾶ Ἀνούβ• εἶδόν σε Ἀββᾶ, τή ἐβδομάδι ταύτη λιθάζοντα τό πρόσωπον τοῦ ἀγάλματος, καί πάλιν μετάνοιαν αὐτῶ ποιοῦντα• πιστός ἄνθρωπος ταῦτα ποιεῖ; καί ἀπεκρίθη ὁ γέρων• καί τοῦτο τό πράγμα δί’ ὑμᾶς ἐποίησα• ὄτε εἴδετε μέ λιθοβολοῦντα τό πρόσωπον τοῦ ἀγάλματος, μή ἐλάλησεν ἤ ὠργίσθη; καί εἶπεν ὁ Ἀββᾶς Ποιμήν• οὗ• καί πάλιν, ὄτε ἔβαλον αὐτῶ μετάνοιαν, μή ἐταράχθη καί εἶπεν, οὐ συγχωρῶ; καί εἶπεν ὁ Ἀββᾶς Ποιμήν• οὗ• καί εἶπεν ὁ γέρων• καί ἠμεῖς οὔν, ἐσμέν ἑπτά ἀδελφοί• εἰ θέλετε ἴνα μείνωμεν μετ’ ἀλλήλων, γενώμεθα ὥσπερ τό ἄγαλμα τοῦτο, ὅπερ ἐάν ὑβρισθῆ ἤ δοξασθῆ, οὐ ταράσσεται• εἰ δέ οὐ θέλετε γενέσθαι οὕτως, ἰδού τέσσαρες πύλαι εἰσίν ἐν τῷ ἱερῶ, ἕκαστος ὅπου θέλει ἀπέλθη• καί ἔβαλον ἑαυτούς χαμαί, λέγοντες τῷ Ἀββᾶ Ἀνούβ• ὡς θέλεις πάτερ ποιοῦμεν... καί ἐποιοῦμεν τόν πάντα χρόνον ἠμῶν ἐν ἀναπαύσει καί εἰρήνη.


(Γεροντικό, ἐκδ. Παπαδημητρίου)

  • Προβολές: 2598