Skip to main content

Προσευχὴ γιὰ τὴν Ἐκκλησία καὶ τοὺς Κληρικούς.

Ζοῦμε σέ μιά ἐποχή πού λέγονται καί γράφονται πολλά γύρω ἀπό τήν Ἐκκλησία, τούς Ἀρχιερεῖς καί τούς Κληρικούς γενικότερα. Ξεχνοῦμε ὅμως νά κάνουμε κάτι καλύτερο, δηλαδή νά προσευχόμαστε γιά τήν Ἐκκλησία καί ἰδιαιτέρως γιά τούς Ἀρχιερεῖς. Καί αὐτό γιατί, δυστυχῶς, ἐπηρεασμένοι ἀπό τό κοσμικό πνεῦμα νομίζουμε ὅτι ὅλα τα ζητήματα λύνονται μόνο μέ ἀγῶνες καί ἀνθρωποκεντρικές ἐνέργειες.

Ἐνθυμοῦμαι ὅτι κάποια εὐλαβής κυρία κάθε ἡμέρα προσευχόταν γιά τούς Πατριάρχες, τούς Ἀρχιερεῖς, τούς Ἱερεῖς, τούς Μοναχούς, τούς Ἱεραποστόλους, γιά νά τούς ἐνισχύη ὁ Θεός στό ἔργο καί τήν ἀποστολή τους. Πράγματι, μεγάλη ἀνάγκη ἔχουν ὅλοι ὅσοι ἐργάζονται στόν ἀμπελώνα τοῦ Κυρίου, ἄλλοι γιά νά ἐνισχύονται στόν ἀγώνα τους, ἄλλοι γιά νά ὑπομένουν τίς συκοφαντίες καί τούς διωγμούς, ἄλλοι γιά νά μετανοοῦν καί νά ποιμαίνουν τό ποίμνιο, ὅπως τό θέλει ἡ ἐκκλησιαστική παράδοση κ.λπ.

Τελευταία κάποιος μου ἔστειλε μιά προσευχή τήν ὁποία συνέταξε ὁ ἀείμνηστος Ἀρχιμ. π. Ἐπιφάνιος Θεοδωρόπουλος, γιά ὅλους τους Χριστιανούς, κυρίως γιά τήν Ἐκκλησία καί τούς ποιμένας. Στήν συνέχεια θά τήν παραθέσουμε καί παρακαλοῦμε ὅλους τους ἀναγνώστας νά προσεύχονται μέ τά λόγια τῆς εὐχῆς αὐτῆς γιά τήν εἰρήνη τῆς Ἐκκλησίας καί τήν ὠφέλεια τῶν Κληρικῶν.

Ν.Ι.

Κύριε ὁ Θεός ἠμῶν, ὁ μέγας καί φοβερός καί ἔνδοξος, ὁ φυλάσσων τό ἔλεός Σου καί τήν διαθήκην Σου τοῖς ἀγαπῶσί Σε καί φυλάσσουσι τὰ Σά προστάγματα, εὐχαριστοῦμεν Σοί ὑπέρ τῶν φανερῶν καί ἀφανῶν Σου εὐεργεσιῶν τῶν εἰς ἠμᾶς γεγενημένων. Δεόμεθά σου, Κύριε, ρῦσαι ἠμᾶς καί λύτρωσαι, ὅτι πολλά τοῖς νόμοις Σου ἀφρόνως προσεπταίσαμεν καί ἐκολλήθη ἡ γαστήρ ἠμῶν εἰς γῆν ἰλύος. Ἐγενήθημεν ὡσεί σκεύη ἀπολωλότα, καί ἠκούσαμεν ψόγον πολλῶν παροικούντων κυκλόθεν. Διό παρακαλοῦμεν Σε, φιλάνθρωπε Δέσποτα, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καί καταπεμψον ἐφ’ ἠμᾶς τό μέγα Σου ἔλεος. Μή παραδῶς, Μονογενές Λόγε τοῦ Θεοῦ, τήν Ἐκκλησίαν Σου, ἥν περιεποιήσω τῷ Τιμίω Αἵματί Σου, δέρεσθαι ὑπό ἀνέμων καί σαλεύεσθαι ὑπό κυμάτων. Εἰπέ οὔν, Κύριε, τή μαινομένη κατ’ αὐτῆς θαλάσση των παθῶν τοῦ κόσμου “σιώπα, πεφίμωσο”• ἐπιτίμησον δέ τοῖς ἀνέμοις καί ποίησον γαλήνην, ἴνα γαληνῶς ποντοπορῆ καί ἀταράχως ἡ θεία Ὀλκάς Σου. Δός δή, φιλεύσπλαγχνε Κύριε, καί τοῖς ἁγίοις Σου Ἀρχιερεύσι καί Ἱερεύσιν, οὖς Πνεῦμα τό Πανάγιον ποιμαίνειν ἔθετο τήν ἐπί γῆς στρατευομένην Ἐκκλησίαν Σου, χάριν συνέσεως εἰς τό διανοεῖσθαι καί πράττειν τά εὐάρεστα Σοί καί τῷ μυστικῶ Σου Σώματι συμφέροντα. Σύ τοίνυν, Ἰησοῦ Χριστέ, κυβέρνησον καί δίδαξον καί φώτισον αὐτούς τοῦ ἀγαπᾶν ὑπέρ τά πρόσκαιρα τήν δόξαν Σου τήν ἄφθαρτον• ὑπέρ τά ὅρια τῶν γεηρῶν Ἐπισκοπῶν καί Ἐνοριῶν αὐτῶν, ὁρᾶν τήν ἀμετάθετόν Σου Βασιλείαν, ἥν ἀπό καταβολῆς κόσμου ἠτοίμασας πάσι τοῖς ἀγαπῶσι Σε. Δός αὐτοῖς, Κύριε, ἐν φίλτρου ἀγαπᾶν παροξυσμῶ τόν τίμιον λαόν Σου, ἀεί δ’ ἑτοίμους εἶναι καί τήν κεφαλήν ἀποτμηθῆναι ὑπέρ τοῦ ποιμνίου ἑαυτῶν, κατά τό Σόν ὑπόδειγμα. Χρημάτων, Ἅγιε, καί δόξης, ποίησον αὐτούς ὑπερφρονεῖν καί φιλοπτώχους εἶναι, ἑλκύων ἅμα πρός τόν Οὐρανόν τό φρόνημα αὐτῶν. Ἔτι δεόμεθά Σου, Κύριε, φώτισον αὐτῶν τά ὄμματα• συνέτισον τήν διάνοιαν• ταπείνωσον τήν καρδίαν• τούς ὀφθαλμούς αὐτῶν ἄγνισον καί ἀποστρεψόν τοῦ μή βλέπειν τῶν ὑλαίων τήν ματαιότητα• εὐόδωσον δέ πάντας ἠμᾶς τοῦ διανύσαι τήν στενήν ὁδόν καί τεθλιμμένην, ἴνα ἐν τοῖς Σκηνώμασι τοῖς Οὐρανίοις καταπαύσωμεν τῆς δόξης Σου, καί σύν τοῖς Ἀγγέλοις Σου καί Ἀρχαγγέλοις ἄδωμεν ἄσμα καινόν καί πανευφρόσυνον Σοί τῷ Δεσπότη καί Ἁγίω Λυτρωτή ἠμῶν, σύν τῷ Ἀνάρχω Σου Πατρί καί τῷ Ζωοποιῶ Σου Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς ἀτελευτήτους αἰώνας. Ἀμήν

  • Προβολές: 3683