Skip to main content

Ἀρχιερατικὴ Δέησις πρὸς τὸν Θεὸν διὰ τὴν ἀνεύρεσιν τοῦ συληθέντος τιμίου Λειψάνου τοῦ ἐν ἁγίοις Ἱερομάρτυρος Πολυκάρπου Ἐπισκόπου Σμύρνης Προστάτου τῆς Ἐπαρχίας Ναυπακτίας

Ἀπολυτίκιον διὰ τὴν εὕρεσιν τῆς τιμίας χειρὸς τοῦ ἁγίου Πολυκάρπου

Ἦχος α ́, Τῆς ἐρήμου πολίτης

Τὴν ἁγίαν σου χεῖρα, ἥν ἀφῄρεσαν βέβηλοι, ἐκ τῆς περιβλέπτου Μονῆς σου, ἱεράρχα Πολύκαρπε, εὐχαῖς σου καὶ πρεσβείαις πρὸς Χριστόν, βοήθησον καὶ πάλιν εἰς αὐτὴν ἀποδοῦναι εὐλογοῦσαν σου δεξιάν, πρὸς τέρψιν τῶν σοὶ βοώντων· ∆ὄξα τῷ σὲ δοξάσαντι Χρίστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Κοντάκιον εἰς τὴν Παναγίαν τήν Ἀμπελακιώτισσαν

Ἦχος πλ. δ, ́ Τῇ Ὑπερμάχῳ

Τὴν εὐλογοῦσαν δεξιάν, Ἀμπελακιώτισσα, τοῦ ἱεράρχου Πολυκάρπου τὴν πανθαύμαστον, ὡς προστάτις τῆς σῆς μάνδρας τῆς παλαιφάτου, συνεργεῖᾳ σοῦ βοήθησον, Πανάχραντε, εὑρεθῆναι καὶ δοθῆναι εἰς προσκύνησιν, τοῖς κραυγάζουσι· Χαῖρε νύμφη ἀνύμφευτε.

(ποίημα Μητροπολίτου Ἐδέσσης Ἰὠήλ, 16 Μαρτίου 2013)

***

Μητροπολίτου Ναυπάκτου καὶ Ἁγίου Βλασίου Ἱεροθέου

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ ἁγιάζων τοὺς ἀγαπῶντας Σὲ καὶ ὁ ἐν αὐτοῖς ἀναπαυόμενος, ὁ καθιστῶν τοὺς ἁγίους σκεύη τοῦ ἁγίου Ὀνόματός Σοῦ, μέλη τίμια τοῦ ἁγίου Σώματός Σοῦ, ναοὺς τοῦ Ἁγίου Πνεύματος ὁ ἀγαπήσας τὸν δοῦλον καὶ θεράποντά Σοῦ Πολύκαρπον, Ἐπίσκοπον Σμύρνης, ἀξιώσας αὐτὸν τοῦ βαθμοῦ τῆς Ἀρχιερωσύνης καὶ τῆς ἱερουργίας τοῦ μαρτυρίου ὁ ὁδηγήσας τὸ ἱερὸν λείψανον τοῦ ἁγίου Σου εἰς τὰ σκηνώματα τῆς Ἱερᾶς Μονῆς ταύτης, τῆς Παναγίας τῆς ἐπωνομαζομένης Ἀμπελακιωτίσσης, εἰς ἁγιασμὸν τοῦ λαοῦ Σοῦ, καὶ ἀναδείξας τοῦτο κατοικητήριον δόξης καὶ πηγὴν ἀκενώτων θαυμάτων, εὐχαριστοῦμὲν Σοὶ σήμερον, ἐπὶ τὴ θεία Λειτουργία ταύτη ἥν ἐπετελέσαμεν, καὶ δοξολογοῦμεν τὸ ἅγιον καὶ ὑπερύμνητον Ὄνομὰ Σοῦ.

Σὺ εἴ ὁ δοτὴρ τῶν ἀγαθῶν καὶ τῆς ζωῆς χορηγὸς Σὺ εἴ ὁ γινώσκων τὸ βάθος τῶν καρδιῶν ἡμῶν Σὺ εἴ ὁ πλουτίζων ἡμᾶς ἐν πάσῃ σοφίᾳ πνευματικὴ Σὺ εἴ ὁ εὐλογήσας ἡμᾶς διὰ τῶν ἱκεσιῶν τοῦ ἁγίου Σου καὶ καταστήσας τὴν Μονὴν ταύτην θησαυρὸν ἀκένωτον καὶ ἡμᾶς κληρονόμους τῶν τοῦ Ἀποστολικοῦ Πατρὸς ἁγίων Λειψάνων. Δι' ὃ Σὲ ὑμνοῦμεν, Σὲ εὐλογοῦμεν, Σὲ δοξάζομεν τὸν ὄντως ὄντα Θεὸν ἡμῶν, τὸν ποιοῦντα μεγάλα καὶ θαυμάσια, ἔνδοξά τε καὶ ἐξαίσια.

Πεποίθαμεν, Δέσποτα τῶν ἁπάντων, Κύριε τοῦ Οὐρανοῦ καὶ τῆς γῆς, ἁπάσης κτίσεως, ὁρωμένης τε καὶ οὐχ ὁρωμένης, ὅτι γινώσκεις τὸ ἄλγος τῶν καρδιῶν ἡμῶν καὶ τὴν θλῖψιν ἡμῶν διὰ τὴν ἱεροσυλίαν τὴν γενομένην ἐν τὼ ἁγίῳ τόπῳ τούτῳ, ὅτι καρδίαι πεπωρωμέναι καὶ χεῖρες ἀνόσιοι ἐμίαναν τὸν Ἱερὸν τοῦτον Ναόν, διὰ τῆς ρήξεως τῶν θυρῶν αὐτοῦ καὶ ἀφήρπασαν ἐν ἀσχημοσύνῃ καὶ φονικὴ καρδία τὸ πανίερον Λείψανον τοῦ ἱερωτάτου Πατρός, ὃ τὸ πὺρ ἐσεβάσθη ὠσαύτως τε καὶ ἀλλοεθνεῖς καὶ ἀλλόδοξοι διὰ τῶν αἰώνων. Ἐβαρύνθη ἡ καρδία ἡμῶν διὰ τὴν τοιαύτην βέβηλον καὶ ἀσεβὴ πρᾶξιν καὶ ἐνέργειαν, ἔμπλεον οὔσαν σατανικῆς ἐμπνεύσεως καὶ διαθέσεως ἐμπαθοῦς, ἠλγήσαμεν σφόδρα καὶ ἠνιάθημεν. Διερωτήθημεν ἀποροῦντες: Τὶς νοὺς ἑωσφορικὸς διέπραξε τὸ τοιοῦτον ἀνόμημα; Τὶς διενοήθη τὴν βεβήλωσιν τοῦ ἱεροῦ σκηνώματος τῆς δόξης Σοῦ, τοῦ ἡγιασμένου τούτου λειψάνου; Τὶς ἄφοβος ἥψατο τῆς εὐλογούσης δεξιᾶς χειρὸς ταύτης ἐν θρασύτητι καὶ ἀναισχυντία; Τὶς τὴν τοῦ λαοῦ ἀγάπην ὑπερεῖδεν;

Ἀληθῶς, ἐνεοὶ ἱστάμεθα ἐνώπιον πράξεως ἰταμοτάτης, βωβοὶ ἐνώπιον τοιούτου ἀνοσιουργήματος καὶ ἄλαλοι ἐνώπιον τοιαύτης ἐνεργείας σατανικῆς. Πρὸ ὀλίγων ἡμερῶν ὁ εὐλογημένος οὗτος τόπος, ὁ ἁγιασθεὶς ὑπὸ τῆς παρουσίας τῆς ἁγίας Μητρὸς Σου, τῆς Παναγίας τῆς Ἀμπελακιωτίσσης, καὶ ὑπὸ τῆς χαριτοβρύτου δεξιᾶς τοῦ ἁγίου θεράποντός Σου, Πολυκάρπου τοῦ θαυμαστοῦ, ἐβεβηλώθη ὑπὸ ἀγρίων ὁρμῶν καὶ βαρβάρων πράξεων, ἀσυνέτων, ἀνοήτων, ἐμπαθῶν, ἀσεβῶν καὶ πεπλανημένων ἀνθρώπων.

Βλέψον, τοίνυν, ἰλέω ὄμματὶ Σου ἐπὶ τοῦ τεθλιμμένου τούτου λαοῦ καὶ ἐπάκουσον τῆς δεήσεως αὐτοῦ. Ἴδε τὴν θλῖψιν καὶ τὰ δάκρυα ἐπὶ τὴ ἀπωλεία τοῦ σεβαστοῦ καὶ πολυφιλήτου θησαυρίσματος τοῦ καὶ πολιούχου τῆς Ἐπαρχίας ταύτης. Οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Σὲ ἐνατενίζουσιν, αἱ προσευχαὶ προχεόμεναι ἐκ τῶν καρδιῶν ἡμῶν πρὸς Σὲ ἀναβαίνουσι, ὡς θυμίαμα ἐνώπιόν Σου. Μὴ παρίδης τῆς δεήσεως ἡμῶν καὶ τὸν στεναγμὸν τῆς καρδίας ἡμῶν.

Δεόμεθά Σου, Κύριε ὁ Θεὸς ἡμῶν διάνοιξον τὰς πεπωρωμένας αὐτῶν καρδίας καὶ φώτισον τὸν σκοτεινὸν καὶ ἑωσφορικὸν νοὺν τῶν ἐπιτελεσάντων τὴν μιαρὰν καὶ βδελυρὰν ταύτην πρᾶξιν, ἵνα ἀνανήψαντες ἐκ ζόφου κακίας ἐπανάγωσι τὸ ἅγιον καὶ ἱερὸν Λείψανον εἰς τὸν οἶκον αὐτοῦ, τὴν Ἱερὰν ταύτην Μονήν. Δὸς αὐτοῖς ἐννοῆσαι, ὅτι ἡ ἐνέργεια αὕτη φέρει αὐτοὺς ἀφεύκτως εἰς βάραθρον κακίας, εἰς ἀσθένειαν ψυχῆς καὶ σώματος, εἰς τὰ τάρταρα τοῦ Ἅδου, εἰς τόπον ἀπωλείας καὶ βασάνου. Ἔπρεπεν ὄντως αὐτοῖς, τοὶς φυσικοῖς καὶ ἠθικοῖς αὐτουργοῖς, δοθῆναι ἀφορισμὸς καὶ ἀναθεματισμός, ἀλλ' αὐτὴ αὕτη ἡ βέβηλος πρᾶξις αὐτοκατάκριτός ἐστι, ἐὰν μὴ μετανοήσωσιν πικρῶς, ὡς ὁ Πέτρος, ὁ Ἀπόστολός Σοῦ, ἐπὶ τὴ ἀρνήσει αὐτοῦ.

Δὸς ἡμῖν, Δέσποτα τῶν ἁπάντων, Κύριε ὁ Θεὸς ἡμῶν, τὴν δύναμιν ἱκετεῦσαι τὸν θεράποντά Σου, τὸν Ἱερομάρτυρα Πολύκαρπον τὸν θαυμαστόν.

Ἅγιε Πολύκαρπε, ὁ πολιοῦχος τῶν καρδιῶν ἡμῶν, ἐλθὲ τάχιστα πλησίον ἡμῶν, ἐλευθέρωσον τὸ τίμιον μέλος τοῦ σώματός σου ἀπὸ χειρῶν ἀδίκων, ἀνόμων, ἀσεβῶν καὶ ἀνοσίων καὶ συγκατοίκησον ἐκ νέου μεθ' ἡμῶν, τῶν ἀγαπώντων σὲ ἐξ ὅλης τῆς καρδίας ἡμῶν. Σὺ εἴ ὁ μετὰ Θεὸν πατὴρ ἡμῶν καὶ ἡμεῖς ἐσμὲν τέκνα σου. Ὁρῶμεν τὸν τόπον τοῦ σκηνώματός σου κενόν, ἀλλὰ καὶ περιβεβλημένον ὑπὸ τῆς ἀγάπης ἡμῶν καὶ λελουμένον ὑπὸ τῶν δακρύων ἡμῶν. Ἐλθὲ ἡ παραμυθία, ὁ ἀλείπτης καὶ ὁ προνοητὴς ἡμῶν.

Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος, πρεσβείαις τῆς Ὑπεραγίας Μητρὸς Σοῦ καὶ ἱκεσίαις τοῦ ἁγίου Ἱερομάρτυρος Πολυκάρπου, πράϋνον τῆς ψυχῆς ἡμῶν τὸ ἄλγος, ἁπάλυνον ἡμῶν τὸν πόνον καὶ πλήρωσον τὸν πόθον ἡμῶν ἵνα ἴδωμεν ἐκ νέου τὴν εὐλογοῦσαν δεξιὰν τοῦ ἁγίου Σου, τὴν φοβερὰν τοὶς ὑπεναντίοις καὶ ἱλαρὰν τοὶς φίλοις αὐτοῦ.

Ὅτι Σοῦ ἐστιν ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Παναγίω καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι νὺν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

(Κυριακὴ 17 Μαρτίου, Ἱερὰ Μονὴ Ἀμπελακιωτίσσης)

  • Προβολές: 2345